Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 58.21 Dem. 58.24 (English) >>Dem. 58.27

58.23λοιπὸν γάρ ἐστιν τοῦτο τοῖς ἐν αὐτοῖς τοῖς πράγμασιν ἐξελεγχομένοις, αἰτίας καὶ προφάσεις εὑρίσκειν αἵτινες τοῦ παρόντος ὑμᾶς ποιήσουσι πράγματος ἐπιλαθομένους τοῖς ἔξω τῆς κατηγορίας λόγοις προσέχειν. ἐγὼ δέ, ἄνδρες δικασταί, εἰ μὲν ἑώρων ἐν τοῖς ἀνεγνωσμένοις νόμοις γεγραμμένονταῦτα δʼ εἶναι κύρια περὶ τῶν συκοφαντούντων, ἂν μὴ Θεοκρίνης ἐνδειχθεὶς αἰτιᾶσθαι βούληται Θουκυδίδην Δημοσθένην καὶ τῶν πολιτευομένων ἄλλον τινά”, ἡσυχίαν ἂν ἦγον. νῦν δὲ τούτων οὐδεμίαν ὁρῶ τῶν σκήψεων ὑπόλογον οὖσαν ἐν τοῖς νόμοις, οὐδὲ καινήν, ὥστε προσέχειν νῦν πρῶτον ἀκούσαντας, ἀλλὰ μυριάκις παρὰ τῶν κρινομένων εἰρημένην. 58.24ἀκούω δὲ καὶ παρὰ τῶν πρεσβυτέρων, ἄνδρες δικασταί, ὡς ἄρα προσῆκόν ἐστιν ὅλως μὲν μηδενὶ μηδεμίαν συγγνώμην ὑπάρχειν παραβαίνοντι τοὺς νόμους, εἰ δʼ ἄρα δεῖ, μὴ τοῖς συνεχῶς οὖσι πονηροῖς μηδὲ τοῖς ἐπʼ ἀργυρίῳ τοὺς νόμους προϊεμένοις (οὐ γὰρ εἰκός), ἀλλʼ οἵτινες ἂν διὰ τὴν αὑτῶν ἀπραγμοσύνην ἄκοντές τι τῶν γεγραμμένων παραβῶσιν. ὧν οὐδεὶς ἂν δήπου Θεοκρίνην τουτονὶ φήσειεν εἶναι, ἀλλὰ τοὐναντίον οὐδενὸς τῶν ἐν τοῖς νόμοις ἄπειρον. 58.25διὸ καὶ δεῖ φυλάττειν αὐτόν, μὴ πρὸς τοὺς ἐμοὺς λόγους μηδὲ τοὺς ὑπὸ τούτου ῥηθησομένους ἀποβλέποντας. οὐ γὰρ δίκαιον τοὺς ὑπὲρ τῶν νόμων καθημένους μακροῖς λόγοις καὶ κατηγορίαις προσέχειν, ἀλλʼ οἷς ἂν ἅπαντες ῥᾳδίως ἐπακολουθήσαιτε, καὶ διʼ ὧν δόξετε πᾶσι τοῖς ἐν τῇ πόλει τῶν νόμων ἀξίως ταύτην τὴν ἔνδειξιν δικάσαι, σαφῶς ἐρωτῶνταςτί λέγεις, Θεοκρίνη καὶ πάντες οἱ τῶν αὐτῶν τούτῳ μετέχοντες; ἀξιοῦθʼ ἡμᾶς, κατὰ τοὺς νόμους ὀμωμοκότας δικάσειν, παρὰ τούτους διὰ τοὺς ὑμετέρους λόγους ψηφίζεσθαι;


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 58.21 Dem. 58.24 (English) >>Dem. 58.27

Powered by PhiloLogic